Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 18.247 Dem. 18.250 (English) >>Dem. 18.253

18.249καὶ μετὰ ταῦτα συστάντων οἷς ἦν ἐπιμελὲς κακῶς ἐμὲ ποιεῖν, καὶ γραφάς, εὐθύνας, εἰσαγγελίας, πάντα ταῦτʼ ἐπαγόντων μοι, οὐ διʼ ἑαυτῶν τό γε πρῶτον, ἀλλὰ διʼ ὧν μάλισθʼ ὑπελάμβανον ἀγνοήσεσθαι (ἴστε γὰρ δήπου καὶ μέμνησθʼ ὅτι τοὺς πρώτους χρόνους κατὰ τὴν ἡμέραν ἑκάστην ἐκρινόμην ἐγώ, καὶ οὔτʼ ἀπόνοια Σωσικλέους οὔτε συκοφαντία Φιλοκράτους οὔτε Διώνδου καὶ Μελάντου μανία οὔτʼ ἄλλʼ οὐδὲν ἀπείρατον ἦν τούτοις κατʼ ἐμοῦ), ἐν τοίνυν τούτοις πᾶσι μάλιστα μὲν διὰ τοὺς θεούς, δεύτερον δὲ διʼ ὑμᾶς καὶ τοὺς ἄλλους Ἀθηναίους ἐσῳζόμην. δικαίως· τοῦτο γὰρ καὶ ἀληθές ἐστι καὶ ὑπὲρ τῶν ὀμωμοκότων καὶ γνόντων τὰ εὔορκα δικαστῶν. 18.250οὐκοῦν ἐν μὲν οἷς εἰσηγγελλόμην, ὅτʼ ἀπεψηφίζεσθέ μου καὶ τὸ μέρος τῶν ψήφων τοῖς διώκουσιν οὐ μετεδίδοτε, τότʼ ἐψηφίζεσθε τἄριστά με πράττειν· ἐν οἷς δὲ τὰς γραφὰς ἀπέφευγον, ἔννομα καὶ γράφειν καὶ λέγειν ἀπεδεικνύμην· ἐν οἷς δὲ τὰς εὐθύνας ἐπεσημαίνεσθε, δικαίως καὶ ἀδωροδοκήτως πάντα πεπρᾶχθαί μοι προσωμολογεῖτε. τούτων οὖν οὕτως ἐχόντων, τί προσῆκεν τί δίκαιον ἦν τοῖς ὑπʼ ἐμοῦ πεπραγμένοις θέσθαι τὸν Κτησιφῶντʼ ὄνομα; οὐχ τὸν δῆμον ἑώρα τιθέμενον, οὐχ τοὺς ὀμωμοκότας δικαστάς, οὐχ τὴν ἀλήθειαν παρὰ πᾶσι βεβαιοῦσαν;

18.251ναί, φησίν, ἀλλὰ τὸ τοῦ Κεφάλου καλόν, τὸ μηδεμίαν γραφὴν φυγεῖν. καὶ νὴ Δίʼ εὔδαιμόν γε. ἀλλὰ τί μᾶλλον πολλάκις μὲν φυγών, μηδεπώποτε δʼ ἐξελεγχθεὶς ἀδικῶν ἐν ἐγκλήματι γίγνοιτʼ ἂν διὰ τοῦτο δικαίως; καίτοι πρός γε τοῦτον, ἄνδρες Ἀθηναῖοι, καὶ τὸ τοῦ Κεφάλου καλὸν εἰπεῖν ἔστι μοι. οὐδεμίαν γὰρ πώποτʼ ἐγράψατό μʼ οὐδʼ ἐδίωξε γραφήν, ὥσθʼ ὑπὸ σοῦ γʼ ὡμολόγημαι μηδὲν εἶναι τοῦ Κεφάλου χείρων πολίτης.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 18.247 Dem. 18.250 (English) >>Dem. 18.253

Powered by PhiloLogic